Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.234 Joseph. AJ 3.238 (English) >>Joseph. AJ 3.244

3.236κωλύει δὲ νόμος θύειν ζῷον αὐθημερὸν μετὰ τοῦ γεγεννηκότος ἐπὶ ταὐτό, οὐδʼ ἄλλως δὲ πρὶν ὀγδόην ἡμέραν γεννηθέντι διελθεῖν. γίνονται δὲ ἄλλαι θυσίαι ὑπὲρ τοῦ τὰς νόσους διαφυγεῖν κατʼ ἄλλας αἰτίας, εἰς ἃς πέμματα σὺν ἱερείοις ἀναλίσκεται, ὧν εἰς τὴν ὑστέραν οὐδὲν ὑπολιπεῖν ἐστι νόμιμον, τῶν ἱερέων μέρος ἴδιον λαβόντων. 3.237

Ἐκ δὲ τοῦ δημοσίου ἀναλώματος νόμος ἐστὶν ἄρνα καθʼ ἑκάστην ἡμέραν σφάζεσθαι τῶν αὐτοετῶν ἀρχομένης τε ἡμέρας καὶ ληγούσης, κατὰ δὲ ἑβδόμην ἡμέραν, ἥτις σάββατα καλεῖται, δύο σφάττουσι τὸν αὐτὸν τρόπον ἱερουργοῦντες. 3.238τῇ δὲ νουμηνίᾳ τάς τε καθημερινὰς θυσίας ἐπιτελοῦσι καὶ δύο βόας σὺν ἀρνάσιν ἐνιαυσιαίοις ἑπτὰ καὶ κριόν, ἔριφον δὲ ἐπὶ παραιτήσεσιν ἁμαρτάδων, εἴ τι κατὰ λήθην γένοιτο. 3.239

Τῷ δʼ ἑβδόμῳ μηνί, ὃν Μακεδόνες Ὑπερβερεταῖον καλοῦσι, προσθέντες τοῖς εἰρημένοις ταῦρον καὶ κριὸν καὶ ἄρνας ἑπτὰ θύουσι καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων. 3.240

Δεκάτῃ δὲ τοῦ αὐτοῦ μηνὸς κατὰ σελήνην διανηστεύοντες ἕως ἑσπέρας θύουσι δʼ ἐν ταύτῃ τῇ ἡμέρᾳ ταῦρόν τε καὶ κριοὺς δύο καὶ ἄρνας ἑπτὰ καὶ ὑπὲρ ἁμαρτάδων ἔριφον. 3.241προσάγουσι δὲ δύο πρὸς τούτοις ἐρίφους, ὧν μὲν ζῶν εἰς τὴν ὑπερόριον ἐρημίαν πέμπεται ἀποτροπιασμὸς καὶ παραίτησις τοῦ πλήθους παντὸς ὑπὲρ ἁμαρτημάτων ἐσόμενος, τὸν δʼ ἐν τοῖς προαστείοις εἰς καθαρώτατον ἄγοντες χωρίον αὐτόθι σὺν αὐτῇ καίουσι τῇ δορᾷ μηδὲν ὅλως καθάραντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.234 Joseph. AJ 3.238 (English) >>Joseph. AJ 3.244

Powered by PhiloLogic